Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.271 Joseph. AJ 7.275 (English) >>Joseph. AJ 7.278

7.273 δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετʼ αὐτοῦ διατριβήν· καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλʼ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατʼ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι· 7.274οὔτε γὰρ τροφῆς οὔτε ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δʼ αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, “σὲ μέν, εἶπεν, ἀπολύω, τὸν δʼ υἱὸν Ἀχίμανον ἄφες μοι· πάντων γὰρ αὐτῷ μεταδώσω τῶν ἀγαθῶν.” 7.275καὶ Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδʼ ὑπέστρεψε. παραγίνεται δʼ εἰς Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα φυλήν. 7.276

Ἀφικνοῦνται δʼ εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν, ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δʼ ἄρχοντες τῆς Ἰούδα φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας· καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵνʼ ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν ἐλθόντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.271 Joseph. AJ 7.275 (English) >>Joseph. AJ 7.278

Powered by PhiloLogic